Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.27 Joseph. AJ 17.32 (English) >>Joseph. AJ 17.37

17.29

Τελευτᾷ δὲ Ζάμαρις Βαβυλώνιος, ὃς ἐπὶ κτήσει τῆσδε τῆς χώρας Ἡρώδῃ προσποιεῖται, ζήσας τε μετὰ ἀρετῆς καὶ παῖδας λειπόμενος ἀγαθούς, Ἰάκειμον μέν, ὃς ἀνδρείᾳ γενόμενος ἐπιφανὴς ἱππεύειν συνεκρότησε τὸ ὑφʼ αὑτῷ Βαβυλώνιον, καὶ ἴλη τῶνδε τῶν ἀνδρῶν ἐδορυφόρει τούσδε τοὺς βασιλέας. 17.30καὶ Ἰάκειμος δὲ ἐν γήρᾳ τελευτῶν Φίλιππον τὸν υἱὸν κατέλιπεν ἄνδρα κατὰ χεῖρας ἀγαθὸν καὶ τὰ ἄλλα ἀρετῇ χρῆσθαι παρʼ ὁντινοῦν ἀξιόλογον. διόπερ φιλία 17.31τε πιστὴ καὶ εὔνοια ἀσφαλὴς αὐτῷ πρὸς Ἀγρίππαν γίνεται τὸν βασιλέα, στρατιάν τε ὁπόσην βασιλεὺς ἔτρεφεν οὗτος ἀσκῶν διετέλει καὶ ὅπη ἐξοδεύειν δεήσειεν ἡγούμενος. 17.32

Ἡρώδου δʼ ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφʼ οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότος τε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπʼ αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφʼ οἷς εἴπειεν πιστότατος. 17.33ἦν τε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ· μάλιστα δʼ αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν· 17.34ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇ τε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων· ἀλλʼ ὅμως ἠνείχετο, πράσσειν τε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.27 Joseph. AJ 17.32 (English) >>Joseph. AJ 17.37

Powered by PhiloLogic